Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κρότων, πόλις Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον. βαρύνεται δὲ ὅτε τὸ ὄρος σημαίνει ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. ἔστι καὶ ἑτέρα πόλις, Τυρρηνίας μητρόπολις. καὶ τρίτη Ἰταλίας. οἱ πολῖται Κροτωνιᾶται καὶ θηλυκῶς Κροτωνιᾶτις, καὶ Κροτώνιος καὶ Κροτωνία καὶ Κροτωνιάτης καὶ Κροτωνιάς.
…ος καὶ Μυτιλήνης καὶ ὁ Μυτιληναῖος, Μέτων, γείτων, τέκτων, Σπάρτων ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β 738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνο…