Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κρωβίαλος, πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ “Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον”. οἱ οἰκοῦντες Κρωβιαλεῖς.
…λος. Φίαλος, ἀφ´ οὗ Φιάλεια, δάμαλος, Ῥόπαλος. Πάραλος ἐν Θεσσαλίᾳ πόλις τῶν Μηλιέων· Πάραλος δὲ καὶ ὁ οἰκήτωρ Παραλίας τῆς Ἀττικῆς. Πάταλος νῆσος παρακειμένη τῇ Καρίᾳ, Κύαλος πόλις Λυδίας κτισθεῖσα ὑπὸ Κυάλου τοῦ Διός. Κρωβίαλος πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ (v. 942) «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον». Ἀμφίαλος, Εὐρύαλος, Ἀστύαλος, ὕφαλος, ἀγχίαλος. τὸ δὲ Ἰταλός ὁ οἰκιστής καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. ἔστι δὲ καὶ