Stephanos of Byzantium - Ethnika
Ktimene: a city in Thessaly, given by Peleus as a gift to Phoinix; Homer says that its citizens are Dolopes, as he says that those of Lemnos are Sintians, those of Ilios and Zeleia Trojans, those of Elis Epeians, those of Scheria Phaiakians, and the Euboeans Abantes. And ‘Dolopian Ktimene’. The ethnonym, as in ‘Klazomenios’, is ‘Ktimenios’ and also ‘Ktimenaios’.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κτιμένη, πόλις Θετταλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας, καὶ Ἄβαντας τοὺς Εὐβοέας. καὶ “Κτιμένην Δολοπηίδα”. τὸ ἐθνικόν, ὡς Κλαζομένιος, Κτιμένιος καὶ Κτιμεναῖος.
…ένη νῆσος τῆς Ἀττικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούσατο. Κλυμένη. Κασμένη πόλις Σικελίας. Ἡρόδοτος ζʹ (c. 155): Κτιμένη πόλις Θεσσαλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας καὶ Ἄβαντας τοὺς Εὐβοέας. οὕτω καὶ «Κτιμένην Δολοπηΐδα» (Apollon. Rhod. I 68). Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆς Ἐφεσίας. Στράβων τρισκαιδεκάτῳ. Σταμένη πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. Ἀρμένη κώμη Παφλαγονίας. Μένιππος ἐν περίπλῳ, παρὰ …