Κύαρδα

Stephanos of Byzantium - Ethnika

Κύαρδα OCR ✓ Trans ✓ Confirmed ✓
city
Κύαρδα, πόλις Καρίας, ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ ἐθνικὸν Κυαρδεύς ὡς Λαρανδεύς.

Kyuarda: a city of Karia, from Kyuardos, king of the Carians, son of Bargasos. The ethnonym is 'Kyuardeus'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.380
char LCS 54 (67.5%) · word LCS 10 (71.4%)
Stephanos
Κύαρδα, πόλις Καρίας, ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ ἐθνικὸν Κυαρδεύς ὡς Λαρανδεύς.
Herodian
…δα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. Λαλίσανδα πόλις Ἰσαυρική. Ἄλινδα πόλις Καρίας, ὡς Πολυίστωρ, Πίγινδα δῆμος Καρίας. Κάλυνδα πόλις Καρίας. Νάαρδα πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλις Καρίας ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ δὲ Ἠμωδόν ὄρος Ἰνδικὸν ὀξύνεται, τινὲς δὲ προπαροξυτόνως Ἤμωδον λέγουσιν. * Τὰ εἰς 'θον' οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰα…