Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κυδωνία, πόλις Κρήτης, ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα πόλις Σικελίας. τρίτη Λιβύης. ὁ πολίτης Κυδωνιάτης καὶ Κύδων καὶ Κυδώνιος καὶ Κυδωναῖος, καὶ Κυδωνία θηλυκῶς καὶ Κυδωνίς, καὶ Κυδωνικὸς ἀνήρ.
… Μαιονία ἡ Λυδία ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντος ἢ ἀπὸ Μαίονος τοῦ οἰκιστοῦ. Κατταβανία κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ «φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις». Κυδωνία πόλις Κρήτης ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα Σικελίας. τρίτη Λιβύης. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ´ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακεδόνα θ´ ἱππιοχάρμην, οἳ…
Κυδωνία, πόλις Κρήτης, ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα πόλις Σικελίας. τρίτη Λιβύης. ὁ πολίτης Κυδωνιάτης καὶ Κύδων καὶ Κυδώνιος καὶ Κυδωναῖος, καὶ Κυδωνία θηλυκῶς καὶ Κυδωνίς, καὶ Κυδωνικὸς ἀνήρ.
…άττοντα τὸ 'ω' κατὰ τὴν γενικήν, χωρὶς τῶν συνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφης Τελφούσης, ἔστι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς, Κύδων ὁ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός, ἀφ´ οὗ Κυδωνία, καὶ ὁ πολίτης ὁμοφώνως. Μύνδων ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ «Μύνδωνες, οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλουσιώτατοι τὸν βίον». Σάνδων κύριον καὶ πόλις Ἰλλυρίας. Δώδων ποταμὸς Ἠπείρου, Μέδων, σπά…