Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δυρβαῖοι, ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ιʹ “χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτ´ ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες, καὶ ἐσθίουσι μάζας ποῶν”.
…ς Ἐρατοσθένης. Βακκαῖος Ἱσπανίας ἔθνος. Γαλιλαῖος ἔθνος Ἰουδαίας. Γενοαῖος ἔθνος Μολοσσίας ἀπὸ Γενόου ἄρχοντος αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν. Δερραῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐτούς φησι ( 7, 110). Δυρβαῖος ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ιʹ «χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτε ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες καὶ ἐσθίουσι μάζας ποῶν». Ἑβραῖος. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ. Θαμαναῖος ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτ…