Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ρου, ἐν μεσογείᾳ, διάφορον ἔχουσα χαλκόν. τὸ ἐθνικὸν Ταμασίτης, καὶ Ταμάσιος ὡς Ἐφέσιος Θάσιος. ἐντεῦθέν τινες γράφουσιν “ἐς Τάμασιν μετὰ χαλκόν”. ἀπιθάνως. ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ ποταμός. Πολύβιος δ´ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. τὸ ταύτης ἐθνικὸν Τεμεσαῖος.
…ς λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλουμένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. Ὅμηρος »ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ´ αἴθωνα σίδηρον« (Od. α 184). Πολύβιος δὲ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. Ἀγχίση πόλις Ἰταλίας ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ λισσή ὀξύνεται »ἔστι δέ τις λισσὴ αἰπεῖά