Δυσπόντιον

Stephanos of Byzantium - Ethnika

Δυσπόντιον OCR ✓ Trans ✓ Confirmed ✓
city
Δυσπόντιον, πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. ἀπὸ ταύτης Ἀντίμαχος ἦν ὀλυμπιονίκης νικήσας [ἐν ὀλυμπιάδι] στάδιον. Φλέγων ἐν ὀλυμπιάδι βʹ “Ἀντίμαχος Ἠλεῖος ἐκ Δυσποντίου στάδιον”. καὶ ἐν κζʹ “Δάιππος Κροτωνιάτης πύξ, Ἠλείων ἐκ Δυσποντίου τέθριππον”. μέμνηται δ´ αὐτῆς καὶ Τρύφων ἐν παρωνύμοις γράφων οὕτως τὸ ἐθνικόν “οἱ δὲ Δυσποντεῖς οὐ παρὰ τὴν πόλιν Δυσπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυσποντιεῖς), παρὰ δὲ τὸν Πέλοπος υἱὸν Δύσποντον”.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.