Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο”. καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. “ὠνόμασται δὲ κατὰ Θρασύβουλον” ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων “ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ, ὃν παρατίθησιν ὁ τεχνικὸς ἐν τῷ αʹ τῆς καθόλου λέγων οὕτως ‚Δώδων ποταμὸς Ἠπείρου‛. διτταὶ δ´ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας”. λέγεται καὶ Δωδώνἧς τὴν γενικὴν Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆ…
… Θετταλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο«. καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων »ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης«. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δ´ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. ἀλλ´ οὐκ εἴ…
…τη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας”. λέγεται καὶ Δωδώνἧς τὴν γενικὴν Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι “νῦν δ´ οὔτε μ´ ἐκ Δωδῶνος οὔτε Πυθικῶν γυ... τις ἂν πείσειεν”. καὶ δοτικήν “Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν”. καὶ ἐν Τραχινίαις “ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη”. καὶ Καλλίμαχος “τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον”. καὶ τὴν αἰτιατικήν φησιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ “ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν”. λήγεται δὲ καὶ εἰς « ω »· Σιμμίας ὁ Ῥόδιος “Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ”. ἠδύνατο δὲ ἡ Δωδῶνος γενικὴ μετὰ τῆς…
…σμέναι δοτικαὶ προπερισπῶνται οἷον ὑσμίνῃ ὑσμῖνι «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι» (Θ 56), Δωδώνῃ Δωδῶνι «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν». ὁ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «καὶ τὸν ἐν Δωδῶνι παῦσον δαίμον´ εὐλογούμενον» (fr. 415 Nauck) καὶ ἐν Τραχινίαις ( 170) «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον». Ὁμοίως καὶ αἱ πληθυντικαὶ μεταπεπλασμέναι εἰς 'σι' λήγουσαι προπαροξύνονται ἐγκάτοις ἔγκασι, ἄστροις ἄστρασι, προβάτοις πρόβασι. {1Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.}1 Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰς 'α' λήγουσι ἢ εἰς 'ν', ἀπ…
…ῃ ἔχοντας ἐπιφανὲς μαντεῖον ‚τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο”. καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. “ὠνόμασται δὲ κατὰ Θρασύβουλον” ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων “ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεσ…
… πατρῴας γῆς ἀγυιαίου πέδον». Δωδωναῖος. Ἑκαταῖος Εὐρώπῃ «Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι» καὶ Κρατῖνος Ἀρχιλόχοις «Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς». καὶ Ὅμηρος «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι «Βωδωναῖε». πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφο…
…ταῖος Εὐρώπῃ “Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι”. καὶ Ὅμηρος “Ζεῦ ἄνα Δωδωναῖε”. καὶ Κρατῖνος Ἀρχιλόχοις “Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς”. καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος “στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ”. καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι “τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας”. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ “καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν”. ἔστι καὶ Δωδωναῖον χαλκίον παροιμία ἐπὶ τῶν …
…αΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. …
…τε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη”. καὶ Καλλίμαχος “τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον”. καὶ τὴν αἰτιατικήν φησιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ “ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν”. λήγεται δὲ καὶ εἰς « ω »· Σιμμίας ὁ Ῥόδιος “Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ”. ἠδύνατο δὲ ἡ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως καὶ κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸς μεταπλασμὸν ἡγεῖσθαι. τὸ ἐθνικὸν ταύτης ἄρρητον ὡς πεπονθυίας· εἰ δέ τι…
…λη Ὑψώ, Εἰδοθέα Εἰδώ παρ´ Αἰσχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ´ οὐκ ἔστιν ὑποκοριστικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφ´ ἧς καὶ Λητὼ Βουτώ, ἧς τινος χρηστήριον ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτος. Δωδώ· οὕτως ἐλέγετο Δωδώνη Σιμμίας ὁ Ῥόδιος »Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ«. Ἐλβώ νῆσος. Ἡρόδοτος δευτέρᾳ (c. 140). Ἀμαζώ θυγάτηρ τῆς Ἐφέσου, ἀφ´ ἧς αἱ Ἀμαζόνες. Ἡρώ πόλις Αἰγυπτία. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. Θριώ· οὕτως λέγεται Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤ…
… Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως “Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία”. ἔοικε δὲ οὕτως ἐπιλελῆσθαι τό “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι”. πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θετταλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ πʹ τῆς Ἰλιάδος “τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον ‚τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δ…
…ικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,