Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λάκμων, ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ. ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. τὸ ἐθνικὸν Λακμώνιος.
…Μάνεω, ἀφ´ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ´ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ· ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. Ὄλμωνες κώμη Βοιωτίας. Τέκμων πόλις Θεσπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, σίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, στήμων, γνώμων, ἴδμων, φράδμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν ὡς λειμών, κευθμών, θημών, ἢ…