Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης.
…ας «οἳ οὐκ ἴσασι θάλασσαν». βοῦν οὖν θύσας ἔκτισε. * Τὰ εἰς 'νον' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ (c. 62 et 64). Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς…
Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης.
…ς. Πτολεμαῖος ἐν περίπλῳ, καὶ Βέρουνος Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν. Τὰ εἰς 'ανος' τοῦ 'α' βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ 'α' τὸ 'δ' ἢ 'ε' ἢ 'υ' ὑπάρχοι, προπαροξύνεται, στέφανος, κλίβανος, λίβανος. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας, χόανος, γέρανος, πλάτανος· ἔστι δὲ καὶ Πλάτανοι πόλις Φοινίκης, Ὄλγανος υἱὸς Βέρητος, ἀφ´ οὗ ποταμὸς ἐπώνυμος, Κάντανος πόλις Κρήτης ὡς Ξενίων. Ἴτανος πόλις ἐν Κρήτῃ ὁμοφώνως τῷ οἰκιστῇ, κοίρανος· ἔστι καὶ κύριον ὄνομα…