Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δῶρα, νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ “τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα”. ὁ νησιώτης Δωρίτης, ὡς τοῦ Στάγειρα Σταγειρίτης Ἄβδηρα Ἀβδηρίτης. οὕτω καὶ Ὦρος. εἰ δὲ τῷ τῆς χώρας τύπῳ χαρακτηρισθῆναι δεῖ, Δωρηνός ὡς Σωφηνός Ἀραξηνός Νισιβηνός.
…δωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ «συνεχῶς δ´ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου» καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. ἔστι καὶ Δῶρα νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ «τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα». Κῶρον πόλις τῆς Καππαδοκίας. μῶρον ὁ καρπὸς τῆς βάτου. Δοῦρα πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ.
Δῶρα, νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ “τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα”. ὁ νησιώτης Δωρίτης, ὡς τοῦ Στάγειρα Σταγειρίτης Ἄβδηρα Ἀβδηρίτης. οὕτω καὶ Ὦρος. εἰ δὲ τῷ τῆς χώρας τύπῳ χαρα…
…ως, ὡς παρὰ τῷ ποιητῇ (Il. Ζ 152) ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος. ἔστι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ (I, 46, 2). Κύρη· ἔστι δὲ ὄνομα πηγῆς, ἀφ´ ἧς καὶ Κυρήνη πόλις. ἔστι δὲ καὶ νῆσος ἐν τῷ Περσικῷ κόλπῳ. Ἑκαταῖος ἐν περιηγήσεως δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ 'α' φασὶ Τερψιχόρα. ἐπὶ κόρρης, σημαίνει δὲ τὸ ἐπὶ κεφαλῆς. κόρση γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρση καὶ κόρρη ὡς ἄρσην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλις Κρητικὴ…