Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. μέμνηται τῆς Δωρίδος τῆς Θετταλικῆς Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου, [τοῦ] νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς “ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη”.
…ὰ εἰς 'ρις' δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχόμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. * Τὰ εἰς 'ρις' δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφ…
Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον “τῶν δ´ ἐν τῇ Πελασγιώτιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . .…
…Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξα…
Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον “τῶν δ´ ἐν τῇ Πελασγιώτιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . .…
…βάλλον δ´ εἰν ἐλεοῖσιν«, στελεόν, ὃ καὶ στελειόν λέγεται ποιητικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει »καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον« (Β 594). Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον. εἰ δὲ μὴ ἔχουσι τὸ 'λε', προπαροξύνονται, ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅ…
Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον “τῶν δ´ ἐν τῇ Πελασγιώτιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . .…
…ὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ 'λ' ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς 'ος' λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον 'λ', ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος» (Χ 87). —σκέλος, βέ…