Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀδράνη, πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ « η » τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηνίτης, ὡς Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. τούτων τὰ μαρτύρια ἐν τοῖς οἰκείοις. δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρηναῖος Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς, ὡς Πελληνεύς.
…άτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ «εἰς Ἀφάνας»