Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀερία, ἡ Αἴγυπτος, παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. οἱ ἄνθρωποι Ἀέριοι, καὶ Ἀερίτης, ἐκ τῆς ἀέρος γενικῆς. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. ἔστι καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ἐθνικὰ τὰ αὐτά.
…σιν. θεωρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λ…