Αἰθάλη

Stephanos of Byzantium - Ethnika

Αἰθάλη OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #120
Greek source: meineke
Meineke: 46.6 | Billerbeck: Α120
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 117
Source: vol1_164.jpg
Edit
Αἰθάλη, νῆσος Τυρσηνῶν, Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ, καὶ Ἡρωδιανὸς καὶ Ὦρος. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι, ἀφ´ ἧς ἦν ὁ Γλαῦκος, εἷς τῶν τὴν κόλλησιν σιδήρου εὑρόντων· δύο γὰρ ἦσαν. οὗτος μὲν Σάμιος, ὅστις καὶ ἔργον ἀοιδιμώτατον ἀνέθηκεν ἐν Δελφοῖς, ὡς Ἡρόδοτος, ὁ δ´ ἕτερος Λήμνιος, ἀνδριαντοποιὸς διάσημος. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. ἐκεῖ γὰρ ἀνωμολόγηται ταῦτα. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτης, ὡς Ζελείτης, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτης, ὡς Σινωπίτης Ἰοππίτης. δύναται τὸ Αἰθαλίτης ἀντὶ τοῦ Χῖος· οὕτω γὰρ ἡ Χίος ἐλέγετο. καὶ οἱ πολῖται Αἰθαλεῖς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.320
char LCS 89 (14.6%) · word LCS 16 (13.4%)
Stephanos
Αἰθάλη, νῆσος Τυρσηνῶν, Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ, καὶ Ἡρωδιανὸς καὶ Ὦρος. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι, ἀφ´ ἧς ἦν ὁ Γλαῦκος, εἷς τῶν τὴν κόλλησιν σιδήρου εὑρόντων· δύο γὰρ ἦσαν. οὗτος μὲν Σ…
Herodian
… Δισύλλαβον εἰς 'ωλη' ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'αλη' ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμος τῆς Λεοντίδος φυλῆς, μασχάλη, αἰθάλη καὶ Αἰθάλη νῆσος Τυρρηνῶν. Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δ´ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλις Κιλικίας παραθαλασσία πρὸς τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τοῦ αὐτοῦ πατρίδος γράφω…