Αἶνος

Stephanos of Byzantium - Ethnika

Αἶνος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #135
Greek source: meineke
Meineke: 51.14 | Billerbeck: Α135
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 90
Source: vol1_174.jpg
Edit
Αἶνος, πόλις Θρᾴκης, ὁ ἀπὸ ταύτης Αἴνιος, καὶ Αἰνόθεν τοπικὸν ἐπίρρημα. Ἄψινθος καλουμένη. Στράβων ζʹ “ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα [Μιτυληναίων καὶ] Κυμαίων”. κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ὁμώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. βʹ ἔστι καὶ πόλις Θεσσαλίας. γʹ ἐστὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. τὸ ἐθνικὸν Αἴνιος, ὡς Τήνιος. οὕτω γὰρ ἀναγράφεται ἐν τοῖς πίναξι. ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυμβρίαν. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.177
char LCS 83 (16.8%) · word LCS 17 (17.2%)
Stephanos
…ρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα [Μιτυληναίων καὶ] Κυμαίων”. κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ὁμώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. βʹ ἔστι καὶ πόλις Θεσσαλίας. γʹ ἐστὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. τὸ ἐθνικὸν Αἴνιος, ὡς Τήνιος. οὕτω γὰρ ἀναγράφεται ἐν τοῖς πίναξι. ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυμβρίαν. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ.
Herodian
…υ διστόμου ὄντος πόλις Αἶνος, κτίσμα Μιτυληναίων καὶ Κυμαίων». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφ´ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος…