Δώτιον

Stephanos of Byzantium - Ethnika

ΔώτιονParisinus OCR ✓ Trans ✓ Confirmed ✓
city
Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις “οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον”. ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δέ “ἀπὸ Δώτου τοῦ Πελασγοῦ. ἔστι δὲ τὸ πεδίον αὐτὸ καθ´ ἑαυτὸ ἰδίοις ὄρεσι περιεχόμενον”. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις “καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι”. καὶ ἐν Λημνίαις προτέραις “Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος”. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν “αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ”. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ “βασιλεὺς χώρας τῆς Δωτιάδος”. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει “ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες”. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης “φεύγοντας γαίης ἔκτοθι Δωτιάδος”. καὶ οὐδέτερον Δώτιον, Διονύσιος ἐν αʹ Γιγαντιάδος “καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα”. καὶ τὸ ἑνικὸν ἐν τῷ βʹ “καὶ κενεὸν βρόντησε λέβης ἀνὰ Δώτιον Ἄργος”. ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν ηʹ “Δῶτος ὁ Πελασγοῦ, ἀφ´ οὗ τὸ Δώτιον πεδίον”. ἐκ περιττοῦ τοίνυν Ὦρος ἐν τοῖς ἐθνικοῖς τῇδε γράφει “καὶ τὰ περὶ Θάμυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ, πάλιν Ἡσίοδος Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι”. συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις τῶν ἐθνικῶν. ἐπάγει γοῦν “οὐ γὰρ ὡς ἡ Καλχηδών καὶ Καρχηδών καὶ τὰ τοιαῦτα λέγεται. ἡ μὲν γὰρ διὰ τοῦ « λ » περὶ τὸν Πόντον, ἡ δὲ διὰ τοῦ « ρ » πρὸ τῆς Λιβύης”. ἡμεῖς δὲ προὔφθημεν δείξαντες διὰ πολλῶν μαρτυριῶν ἕτερον [τὸ] διὰ τοῦ « ρ » Δώριον καὶ ἕτερον τὸ διὰ τοῦ « τ » Δώτιον.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 3 occurrences

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian overlap data is not available in this environment.