Δώτιον

Stephanos of Byzantium - Ethnika

Δώτιον OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #151
Greek source: meineke
Meineke: - | Billerbeck: Δ151
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2025-12-22
Word count: 30
Translation blocked: Meineke's excerpt is substantially fuller: it contains multiple literary quotations and attributions (Callimachus, Pherecydes, Archinos, Mnaseas, Sophocles, Apollonius, Rianos), genealogical details and expanded etymologies that are absent from the Billerbeck (OCR) excerpt. Some differences are purely orthographic or punctuation/diacritic variants; there is one small morphological variant (κληθεῖσα vs ἐκλήθη).
Entities: Δώτιον (Dotion (Dotion)) [place], Θεσσαλία (Thessaly) [place], Κνίδιοι (Cnidians) [people], Κνιδία (Cnidia) [place], Δωτία (Dotia (genitive of Δωτία)) [place], Ἐλάτος (Elatus) [person], Δώτιος (Dotios (Dotios)) [person], Δώτος (Dotos (Dotus)) [person], Δωτιεύς (Dotieus (inhabitant of Dotion)) [person], Δωτηίς (Dotēis (female inhabitant of Dotion)) [person], Δωτιά (Dotia (alternate feminine form)) [person]
Etymologies: Place Transfer: Where the Cnidians settled, whose country is Cnidia.; Place Transfer: Called (named) from Dotia of Elatus.; Eponym Person: Or from Dotios or from Dotus (i.e., named after the person Dotios or Dotus).
Place: Dotion 1 (Pauly-Wissowa)
Source: vol2_149.jpg
Edit
Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις “οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον”. ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δέ “ἀπὸ Δώτου τοῦ Πελασγοῦ. ἔστι δὲ τὸ πεδίον αὐτὸ καθ´ ἑαυτὸ ἰδίοις ὄρεσι περιεχόμενον”. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις “καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι”. καὶ ἐν Λημνίαις προτέραις “Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος”. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν “αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ”. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ “βασιλεὺς χώρας τῆς Δωτιάδος”. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει “ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες”. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης “φεύγοντας γαίης ἔκτοθι Δωτιάδος”. καὶ οὐδέτερον Δώτιον, Διονύσιος ἐν αʹ Γιγαντιάδος “καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα”. καὶ τὸ ἑνικὸν ἐν τῷ βʹ “καὶ κενεὸν βρόντησε λέβης ἀνὰ Δώτιον Ἄργος”. ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν ηʹ “Δῶτος ὁ Πελασγοῦ, ἀφ´ οὗ τὸ Δώτιον πεδίον”. ἐκ περιττοῦ τοίνυν Ὦρος ἐν τοῖς ἐθνικοῖς τῇδε γράφει “καὶ τὰ περὶ Θάμυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ, πάλιν Ἡσίοδος Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι”. συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις τῶν ἐθνικῶν. ἐπάγει γοῦν “οὐ γὰρ ὡς ἡ Καλχηδών καὶ Καρχηδών καὶ τὰ τοιαῦτα λέγεται. ἡ μὲν γὰρ διὰ τοῦ « λ » περὶ τὸν Πόντον, ἡ δὲ διὰ τοῦ « ρ » πρὸ τῆς Λιβύης”. ἡμεῖς δὲ προὔφθημεν δείξαντες διὰ πολλῶν μαρτυριῶν ἕτερον [τὸ] διὰ τοῦ « ρ » Δώριον καὶ ἕτερον τὸ διὰ τοῦ « τ » Δώτιον.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.84
char LCS 57 (4.5%) · word LCS 9 (4.1%)
Stephanos
…περιεχόμενον”. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις “καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι”. καὶ ἐν Λημνίαις προτέραις “Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος”. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν “αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ”. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ “βασιλεὺς χώρας τῆς Δωτιάδος”. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει “ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες”. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης “φεύγοντας…
Herodian
…, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα …
Herodian 1.214
char LCS 33 (3.8%) · word LCS 8 (4.5%)
Stephanos
…τιον, Διονύσιος ἐν αʹ Γιγαντιάδος “καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα”. καὶ τὸ ἑνικὸν ἐν τῷ βʹ “καὶ κενεὸν βρόντησε λέβης ἀνὰ Δώτιον Ἄργος”. ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν ηʹ “Δῶτος ὁ Πελασγοῦ, ἀφ´ οὗ τὸ Δώτιον πεδίον”. ἐκ περιττοῦ τοίνυν Ὦρος ἐν τοῖς ἐθνικοῖς τῇδε γράφει “καὶ τὰ περὶ Θάμυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ, πάλιν Ἡσίοδος Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι”. συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις …
Herodian
…του—ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔστι καὶ ἑτέρα Γεδρωσίας. καὶ τὸ Παιτός ἐθνικὸν ὡς καὶ τὸ Ῥαιτός. ἔστι δὲ Τυρρηνικὸν ἔθνος. Τὰ εἰς 'τος' δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτος ὄνομα ποταμοῦ. Δῶτος ὁ Πελασγοῦ, ἀφ´ οὗ τὸ Δώτιον πεδίον. ἔστι καὶ ὄνομα αὐλητοῦ. Πρῶτος. Ὦτος