Ἐθνέσται

Stephanos of Byzantium - Ethnika

Ἐθνέσται OCR ✓ Trans ✓ Confirmed ✓
Ἐθνέσται, ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν Νεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.78
char LCS 34 (48.6%) · word LCS 8 (57.1%)
Stephanos
Ἐθνέσται, ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν Νεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ.
Herodian
…εται, Ὀρέστης παρὰ τὸ ὄρος, Ὀφελέστης παρὰ τὸ ὄφελος, Θυέστης παρὰ τὸ θύος, Ἀκέστης. Διέστης—Παυσανίας δὲ Διάστας αὐτοὺς καλεῖ—Μακεδονικὸν ἔθνος ὡς καὶ Ὀρέστης παρ´ Ἑκαταίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ 'η' φησὶ καὶ καθ´ ὕφεσιν τοῦ ἑνὸς 'ρ'. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προ…