Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἑκαλή, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Ἑκάλιος. τὰ τοπικὰ Ἑκαλῆθεν Ἑκαλήνδε Ἑκαλῆσι. καὶ Ἑκάλειος Ζεύς.
…οῦ 'ολη' ῥηματικὰ ὄντα ὀξύνεται, στέλλω στολή, βάλλω βολή, χέω χολή. * Δισύλλαβον εἰς 'ωλη' ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'αλη' ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμος τῆς Λεοντίδος φυλῆς, μασχάλη, αἰθάλη καὶ Αἰθάλη νῆσος Τυρρηνῶν. Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δ´ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγ…