Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἑκατόννησοι, οὕτως περὶ τὴν Λέσβον νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα· τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς Κιλλαῖος Γρυνεύς. οἱ οἰκοῦντες Ἑκατοννήσιοι.
…ς, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακόννησος... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα. Τὰ εἰς 'σσος' ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους 'ι' εἰς 'σ' καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάρισσος καὶ τὸ φυτὸν καὶ ὁ ἥρως καὶ ἡ …