Ἐλαία

Stephanos of Byzantium - Ethnika

Ἐλαία OCR ✓ Trans ✓ Confirmed ✓
Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον, ἣ Κιδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ « ε » ψιλοῦ Ἐλέα ἐξ ἧς Ἐλεᾶται. τῆς δὲ προτέρας Ἐλαῗται. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.282
char LCS 124 (46.6%) · word LCS 24 (46.2%)
Stephanos
Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον, ἣ Κιδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ « ε » ψιλοῦ Ἐλέα ἐξ ἧς Ἐλεᾶται. τῆς δὲ προτέρας Ἐλαῗται. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.
Herodian
… Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον ἣ Κυδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς. Ἐλυμαία χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ τῆς Σουσίδος ἐγγύς. Ἐορδαία δύο χῶραι, Μυγδονίας καὶ Μακεδονίας· εἰσὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας, ἡ δὲ Θρᾴκης ἀπὸ Ἐορδοῦ τινος. Ἡλιαία δικαστήριον