Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἔλγος, πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. τὸ ἐθνικὸν Ἔλγιος καὶ Ἐλγαῖος ὡς Σιγγαῖος.
…ετον. Τὰ εἰς 'γος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργος· εἰσὶ δὲ καὶ Πύργοι πόλις Μεσσήνης. σπόγγος, φθόγγος, Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. Ἔλγος πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Λίγγος φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σίγγος πόλις παρὰ τῷ Ἄθῳ. τὸ δὲ σαργός ὁ ἰχθῦς ὀξύνεται. Τὰ εἰς 'γος' ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπ…