Ἐφύρα

Stephanos of Byzantium - Ethnika

Ἐφύρα OCR ✓ Trans ✓ Confirmed ✓
Ἐφύρα, πόλις Ἠπείρου, ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. ἐκ ταύτης Ἀστυόχη, ἡ μήτηρ Τληπολέμου, ὥς φησιν Ὅμηρος. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. ἠγνόησε δ´ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέκληται δὲ ἀπὸ Κορίνθου. Ὅμηρος οὖν τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. δευτέρα περὶ Θεσσαλίαν. τρίτη Οἰνόη καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ὁ πολίτης Ἐφυραῖος. ἔστι καὶ Ἀρκαδίας ἄλλη. ἔστι [καὶ Θεσσαλίας] καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. τὸ ἐθνικὸν Ἔφυρος. τὸ κτητικὸν τῆς Θεσπρωτίας Ἐφύριος. καὶ Ἐφύρηθεν ἀπὸ τόπου ἐπίρρημα.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.261
char LCS 64 (10.5%) · word LCS 13 (10.7%)
Stephanos
…τη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. ἠγνόησε δ´ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέκληται δὲ ἀπὸ Κορίνθου. Ὅμηρος οὖν τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. δευτέρα περὶ Θεσσαλίαν. τρίτη Οἰνόη καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ὁ πολίτης Ἐφυραῖος. ἔστι καὶ Ἀρκαδίας ἄλλη. ἔστι [καὶ Θεσσαλίας] καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. τὸ ἐθνικὸν Ἔφυρος. τὸ κ…
Herodian
… Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. δευτέρα περὶ Ἦλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. Ὅμηρος δὲ τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. οὕτως δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ἔστι καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιαν…
Herodian 1.199
char LCS 63 (10.3%) · word LCS 11 (9.1%)
Stephanos
Ἐφύρα, πόλις Ἠπείρου, ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. ἐκ ταύτης Ἀστυόχη, ἡ μήτηρ Τληπολέμου, ὥς φησιν Ὅμηρος. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. ἠγνόησε δ´ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέ…
Herodian
…λον δὲ τὸ Ἡσιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ´ Ἀμύροιο». Σουίδας δ´ ἐν ταῖς γενεαλογίαις τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλάφυρος υἱὸς Μάγνητος ὁ τὰς Γλαφυρὰς κτίσας, Ἔλυρος πόλις Κρήτης ὡς Ξενίων ἐν Κρητικοῖς. Ἔφυρος ὁ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυρος ἔθνος πρὸς Πάρθους καὶ Μήδους ὃ καὶ Βακυριανός. Σίμυρος πόλις Σύρων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. Κασπάπυρος πόλις Γανδαρική.