Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐχελίδαι, δῆμος τῆς Ἀττικῆς, ἀπὸ Ἐχέλου ἥρωος. οὕτως δ´ ἀπὸ Ἕλους τόπου μεταξὺ ὄντος τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις. ὁ δημότης Ἐχελίδης. τὰ τοπικὰ ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν.
…τιν εἰς 'ος' λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον 'λ', ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος» (Χ 87). —σκέλος, βέλος, τέλος, μέλος δισύλλαβα· τὰ δὲ διὰ τοῦ 'ελος' ὑπὲρ δύο συλλαβὰς ὄντα οὐδέτερα οὐκ εἰσὶν οἷον ζάφελος, σκόπελος, πέμπελος πλὴν τοῦ ὄφελος, ὅπερ εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι…