Ἐχῖνος

Stephanos of Byzantium - Ethnika

Ἐχῖνος OCR ✓ Trans ✓ Confirmed ✓
Ἐχῖνος, πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. Ῥιανὸς “Ἐχίονος ἄστυ” ταύτην εἶπεν. ὁ πολίτης Ἐχιναῖος, ὡς χέρσος χερσαῖος καὶ Ἄπειρος Ἀπειραῖος Κύφος Κυφαῖος. καὶ ἀπὸ τοῦ Ἐχιναῖος Ἐχιναιεύς, ὡς Κρηταῖος Κρηταιεύς. τινὲς δὲ καὶ Ἐχινοῦντα φασὶ τὴν αὐτήν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.183
char LCS 33 (16.5%) · word LCS 7 (19.4%)
Stephanos
Ἐχῖνος, πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. Ῥιανὸς “Ἐχίονος ἄστυ” ταύτην εἶπεν. ὁ πολίτης Ἐχιναῖος, ὡς χέρσος χερσαῖος καὶ Ἄπειρος Ἀπειραῖος Κύφος Κυφαῖος. καὶ ἀπὸ τοῦ Ἐχιναῖος Ἐχιναιεύς, ὡς Κρηταῖος Κρηταιεύς. τινὲς δὲ καὶ Ἐχινοῦντα φασὶ τὴν αὐτήν.
Herodian
…ωρινῷ ἐναλίγκιον» (Ε 5). ταχινός, ἀληθινός, λεπτακινός, οὐδαμινός, φυζακινός, πυκινός, ῥαδινός, πεδινός. Τὰ εἰς 'ινος' μακρὸν ἔχοντα τὸ 'ι' ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπᾶται, ἐχῖνος· ἔστι καὶ μάντεως ὄνομα· ἔστι καὶ Ἐχῖνος πόλις Ἀκαρνανίας Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσσαλίας. Ῥιανὸς «Ἐχίονος ἄστυ» ταύτην εἶπεν. τινὲς δὲ καὶ Ἐχινοῦντά φασι τὴν αὐτήν. κορακῖνος, φοξῖνος. σεσημείωται τὸ καρκίνος παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγεί…