Ζάγκλη

Stephanos of Byzantium - Ethnika

Ζάγκλη OCR ✓ Trans ✓ Confirmed ✓
Ζάγκλη, πόλις Σικελίας, Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης, οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας “καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηίδος ἄστυ.” τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. τὸ ἐθνικὸν Ζαγκλαῖος, καὶ Ζαγκλαϊκός τὸ κτητικόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.317
char LCS 134 (48.9%) · word LCS 29 (51.8%)
Stephanos
Ζάγκλη, πόλις Σικελίας, Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης, οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας “καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηίδος ἄστυ.” τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. τὸ ἐθνικὸν Ζαγκλαῖος, καὶ Ζαγκλαϊκός τὸ κτητικόν.
Herodian
… τοῦ 'κ'. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'ω' ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξις. τὸ δὲ Ἐώκη βαρύνεται. ἔστι δὲ ὄνομα πόλεως. Τὰ εἰς 'λη' μετ´ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο 'ο' ἐν προσηγορικοῖς, βαρύνεται. Ζάγκλη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν
Herodian 1.318
char LCS 99 (36.1%) · word LCS 20 (35.7%)
Stephanos
Ζάγκλη, πόλις Σικελίας, Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης, οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας “καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηίδος ἄστυ.” τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. τὸ ἐθνικὸν Ζαγκλαῖος, καὶ Ζαγκλαϊκός τὸ κτητικόν.
Herodian
αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας »καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηΐδος ἄστυ«. τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. αἴγλη· οὕτως δὲ πρότερον ἐκαλεῖτο Σύμη νῆσος Καρική. σίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλε τὸ 'η' εἰς 'α' ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλις ἐν Σικελίᾳ ἡ ὕστερον Μέγαρα ἀπὸ…