Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζάκανθα, πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. τὸ ἐθνικὸν Ζακανθαῖος.
…θα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας. * Τὰ εἰς 'κα' βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ…