Ζάρηξ

Stephanos of Byzantium - Ethnika

Ζάρηξ OCR ✓ Trans ✓ Confirmed ✓
Ζάρηξ, πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ. καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ “ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι [καὶ πλησίον Ζάρηκος”.] τὸ ἐθνικὸν Ζαρήκιος ἀπὸ τῆς γενικῆς, ὡς Θρᾴκιος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.45
char LCS 126 (76.4%) · word LCS 25 (75.8%)
Stephanos
Ζάρηξ, πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ. καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ “ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι [καὶ πλησίον Ζάρηκος”.] τὸ ἐθνικὸν Ζαρήκιος ἀπὸ τῆς γενικῆς, ὡς Θρᾴκιος.
Herodian
… 316) «πτερύγος λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουσιν τὸ πτέρυγος ὡς ὄρτυγος. Τὰ εἰς 'ηξ' μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔστι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέως γυνή, σκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ (c. 38, 4) «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ (c. 193). «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης.