Ζέλεια, πόλις Τρωάδος. “οἳ δὲ Ζέλειαν ἔναιον” Ὅμηρος. ἀπὸ Ζελείου ἥρωος. οἱ δὲ Ζέλην αὐτήν φασι. παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ « ι » [Ζελίη]. τὸ ἐθνικὸν Ζελείτης. Ἡρωδιανὸς δὲ Ζελειατῶν φησιν. ἔστι γὰρ Ζελειάτης καὶ Ζελείτης. ἔστι καὶ Ζέλεια φρούριον Κυζίκου, ὡς Διογένης ἐν τρίτῃ [περὶ] Κυζίκου. τὸ ἐθνικὸν ὅμοιον. Ποσείδιππος δὲ Πάνδαρον παρὰ τῷ Σιμοῦντι τετάφθαι φησίν “οὐδὲ Λυκαονίη δέξατό σε Ζελίη, ἀλλὰ προχοαὶ Σιμόεντος ... διὰ τοῦτό σοι Ἕκτωρ σῆμα καὶ ἀγχέμαχοι θέντο Λυκαονίδαι”.