Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζεῦγμα, πόλις Συρίας ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. τὸ ἐθνικὸν οἱ μὲν ἐπιχώριοι Ζευγματεύς, δεῖ δὲ Ζευγματίτης ὡς Ἀσκαλωνίτης, ὡς καὶ Πρωτέας ὁ γραμματικὸς Ζευγματίτης.
ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλις καὶ κόλπος περὶ τὸν Περσικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐστὶ μονῆρες. οὐδὲν γὰρ εἰς 'μα' λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν 'οι' δίφθογγον, ἀλλὰ μόνον τὸ ο…