Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λητωεύς, δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται.
…ς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ »Ἰμφέες, Περραιβοί«. Ἰουλεῖς οἱ Ῥωμαῖοι ἀπὸ βασιλέως, ἀφ´ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. Καφαρεύς ἐπίνειον Εὐβοίας, ὅστις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖς. Λητωεύς δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Μαλιεύς πόλις ἐπώνυμος τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖς ἔθνος Ἰνδικὸν ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σ…