Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
[Ὀρνειαί ἢ Ὀρνεαί, κώμη Ἀργείας. ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ´ ὕψους κεῖται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τὸ ἐθνικὸν Ὀρνεάτης.] * * *
…εται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν. Τὰ εἰς 'α' μακρὸν μονογενῆ τῇ 'ει' ἢ τῷ 'ι' μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος «Φειᾶς π…