Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κύθηρα, νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. ἐκαλεῖτο δὲ Πορφύρουσα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. οἱ οἰκήτορες Κυθήριοι, καὶ Κυθηρία καὶ ἡ γυνὴ καὶ ἡ νῆσος. λέγεται Κυθηραία.
…ίδωρος δὲ Τέγεστρον αὐτὴν καὶ κώμην οἶδεν »ἀπὸ Τεγέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδια ͵εκεʹ«. Τὰ εἰς 'ρον' ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρους, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλος, Κύθηρα νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Φάληρον δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος (c. 1, 2). καὶ πληθυντικῶς Φάληρα. ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτη, ἣν Ῥιανὸς διὰ τοῦ 'α' γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ 'η'. …