Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κυκνῖτις, .... ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι “βοὴν κυκνῖτιν”.
… τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ 'ι'. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκαλωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρμενίας χώρα. Μενελαῖτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ´ ἐκλήθη καὶ ἡ Αἴγυπτος. Πιτανῖτις χώρα καὶ νύμφη. Πορφυρῖτις πόλις Ἀραβίας…