Κυλλήνη, ὄρος Ἀρκαδίας, σταδίων [Ὀλυμπιακῶν] ἐννέα παρὰ πόδας ὀγδοήκοντα [κατ´ Ἀπολλόδωρον]. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. “ἐν τούτῳ δέ φασι τῷ ὄρει τοὺς κοττύφους λευκοὺς γίνεσθαι, ἄλλοθι δὲ μηδαμῆ, καὶ φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην, τὴν δὲ ἡμέραν εἴ τις ἐπιχειροίη δυσθηράτους εἶναι σφόδρα”. ἔστι δὲ καὶ Ἠλείων ἐπίνειον Κυλλήνη· τὸ ἐθνικὸν Κυλληνεύς καὶ Κυλλήνιος· καὶ Κύλλιος λέγεται Ἑρμῆς κατὰ συγκοπὴν τοῦ Κυλλήνιος.
Cyllene: a mountain of Arcadia, at a distance of nine stades from the foot (sc. of the mountain), so called from Cyllene, a Naiad nymph. On this mountain, they say, the thrushes become white, but nowhere else at all, and they utter variegated cries; they are hunted by moonlight, but by day, if anyone should attempt it, they are extremely hard to catch. There is also a Cyllene, the harbor (epineion) of the Eleians. The ethnic is Κυλληνεύς and Κυλλήνιος; and Hermes is called Κύλλιος by syncope (contraction) of Κυλλήνιος.