Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κυνητικόν, Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθ´ Ἡρακλέα. οἱ οἰκοῦντες Κύνητες καὶ Κυνήσιοι.
…, Μάσσακα πόλις Ἰνδῶν, Ἀρριανὸς ἐν Ἰνδικοῖς. Παραίτακα πόλις Μηδικὴ ἡ καὶ θηλυκῶς Παραιτάκη. Σάρακα χώρα Ἀραβίας μετὰ τοὺς Ναβαταίους. * Τὰ δὲ κτητικὰ ὀξύνεται ὡς καὶ τὰ ἀρσενικά, Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθ´ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ «Ἀστακὸς καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». Μολυκρικόν· οὕτως ἐκαλεῖτο Ῥίον πόλις Αἰτωλίας. Σαμικόν Τριφυλιακὴ πόλις. Σιτικόν πόλις Ἰταλίας. Ἁλικόν …
Κυνητικόν, Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθ´ Ἡρακλέα. οἱ οἰκοῦντες Κύνητες καὶ Κυνήσιοι.
…δαίας νύμφης παῖς καὶ ὁ πολίτης, σής ὁ σκώληξ καὶ ποταμοῦ ὄνομα, Γνής ἔθνος οἰκῆσαν τὴν Ῥόδον· ἔνθεν ἴγνητες οἱ ἰθαγενεῖς· λέγεται γὰρ καὶ μετὰ τοῦ 'ι' ἴγνητες. Φρής ἔθνος Λιβυκόν, Γλής ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας. Ἡρόδωρος δεκάτῳ τῶν καθ´ Ἡρακλέα ἱστοριῶν »τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν