Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κύννα, πολίχνιον πλησίον Ἡρακλείας, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. τὸ ἐθνικὸν Κυνναῖος.
Τὰ εἰς 'να' μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρ´ Ἑκαταίῳ. * Τὰ εἰς 'να' δισύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ …