Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κυνόσαργες, γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφ´ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε, καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκεν. ὁ δημότης καὶ τὸ ἐκ τόπου ἐκ Κυνοσάργους, καὶ εἰς τόπον ἐς Κυνόσαργες, καὶ ἐν τόπῳ ἐν Κυνοσάργει.
…πολὰς πρὸς ταῖς Συρακούσαις. τὸ ἔλεγχος, τὸ σκότος, τὸ τάριχος γέγονε κατὰ μεταβολὴν τοῦ γένους ἐκ τοῦ ὁ ἔλεγχος, ὁ σκότος, ὁ τάριχος. αἱ δὲ μετοχαὶ ὀξύνονται, τὸ τετυφός, πεποιηκός. Τὰ εἰς 'ες' μονογενῆ προπαροξύνεται, Κυνόσαργες γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφ´ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων (?) ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρες τὸ συμφωνοῦν, πεύκαες τὸ πικρόν, ῥώπαες τὸ ἀλσῶδες, πάνακες, δονάκαες. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται ὥσπερ καὶ τὰ ἀρσενικά, εὐσεβές, εὐγενές. {1ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιδʹ.}1 Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτε…