Stephanos of Byzantium - Ethnika
Kypros: a large island [and very distinguished, lying] in the Pamphylian gulf, [as Dionysios the periegete says:
‘Kypros, toward the rays, within the Pamphylian gulf.’
It was named] after Kypros, the daughter of Kinyras, [or of Byblos and Aphrodite, as Philostephanos in his On Islands and Istros in his Colonies of Egyptians have recounted,] or from the flower ‘kypros’, which grows there. Astynomos says that it was called Krypton because it is often hidden by the sea. Then Kypros; it was also called Kerastis from having many headlands, and Kerastias, Amathousia, Meionis, Sphekeia, and Akamantis. The ethnonym is ‘Kyprios’, ‘Kypria’, and ‘Kyprion’, and ‘Kypriakos’, and ‘Kyprieus’ and ‘Kyprites’. There is also a Libyan Kypros; the ethnonym is ‘Kyprites’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…θώς φησιν ὁ περιηγητὴς Διονύσιος “Κύπρος δ´ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου”. ἐκλήθη δὲ] ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, [ἢ τῆς Βύβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν,] ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τὸ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος· ἐκαλεῖτο δὲ καὶ Κεραστίς ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν καὶ Κεραστιάς καὶ Ἀμαθουσία καὶ Μηιονίς καὶ Σφήκεια καὶ Ἀκαμαντίς· τὸ ἐθνικὸν Κύπριος καὶ Κυπρία καὶ Κύπριον, καὶ Κυ…
…ι. Τὰ εἰς 'ρος' ἔχοντα 'π' πρὸ τοῦ 'ρ' μονογενῆ μὲν παροξύνεται, κόπρος, κάπρος, Κύπρος νῆσος ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου ἢ τῆς Βύλλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγύπτου ἱστόρησαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τοῦ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος. ἔστι καὶ Λιβυκὴ Κύπρος. Ἄπρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ «τοῦ δ´ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον». Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ …
…φανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν,] ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τὸ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος· ἐκαλεῖτο δὲ καὶ Κεραστίς ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν καὶ Κεραστιάς καὶ Ἀμαθουσία καὶ Μηιονίς καὶ Σφήκεια καὶ Ἀκαμαντίς· τὸ ἐθνικὸν Κύπριος καὶ Κυπρία καὶ Κύπριον, καὶ Κυπριακός, καὶ Κυπριεύς καὶ Κυπρίτης. ἔστι καὶ Λιβυκὴ Κύπρος· τὸ ἐθνικὸν Κυπρίτης.
…ίας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ 'δος' κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ 'α' ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς…