Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κύραυνις, νῆσος κατὰ Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ. ὁ νησιώτης Κυραυνίτης.
…δαινίς. οὕτως ὠνομάζετο Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική. Μελιγουνίς μία τῶν Αἰόλου νήσων ἡ καὶ Λιπάρα. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ (v. 48). τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις καὶ Κύραυνις νῆσος κατὰ τοὺς Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ (c. 195). Τὰ εἰς 'ανις' θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, Ὠκεανίς, Τιτανίς, στεφανίς· ἔστι δὲ καὶ πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. Ἀνθανίς. οὕτως ἐκαλεῖτο ἡ Τροιζήν πόλις Πελοποννήσου. ῥαφανίς. Καρβανίς, Καρμανίς, Ἀτι…