Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κυρήνη, πόλις Λιβύης, ἀπὸ Κυρήνης τῆς Ὑψέως [κατὰ Πίνδαρον] ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας. καὶ Μασσαλίας ἄλλη. τὸ ἐθνικὸν Κυρηναῖος. ἐντεῦθεν ἦν Ἐρατοσθένης Ἀγακλέους παῖς ὁ ἱστορικός. καὶ Κυρηναΐς ὡς Θηβαΐς. καὶ Κυρηνίτης.
…λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατ´ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Πο…