Κύρνος

Stephanos of Byzantium - Ethnika

Κύρνος OCR ✓ Trans ✓ Confirmed ✓
island
Κύρνος, νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κύρνιοι καὶ Κυρναῖοι. φασὶ δὲ “τοὺς Κυρναίους πολυχρονιωτάτους εἶναι (οἰκοῦσι δὲ οὗτοι περὶ τὴν Σαρδόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι. πλεῖστον δὲ τοῦτο γίνεται παρ´ αὐτοῖς”.

Kyrnos: an island lying to the north of Iapygia. Hekataios in his Europa. The ethnonym is 'Kyrnioi' and 'Kyrnaioi'. They say that the Kyrnaioi are very long-lived because they always make use of honey. And this is produced in greatest quantity among them.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.175
char LCS 37 (19.5%) · word LCS 5 (14.7%)
Stephanos
Κύρνος, νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κύρνιοι καὶ Κυρναῖοι. φασὶ δὲ “τοὺς Κυρναίους πολυχρονιωτάτους εἶναι (οἰκοῦσι δὲ οὗτοι περὶ τὴν Σαρδόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι. πλεῖστον δὲ τοῦτο γίνεται παρ´ αὐτοῖς”.
Herodian
…πόλις Φοινίκης ἡ καὶ Κάρνος παρ´ Ἀρτεμιδώρῳ. ἔστι καὶ νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγραφουμένων, Ἄρνος ὁ καταπολεμήσας Πρωτόγονον, ἀφ´ οὗ ἡ Ξάνθος πόλις Λυκίας Ἄρνα ἐκαλεῖτο, Νάρνος ποταμός, Κύρνος ὁ κτίστης καὶ ἡ νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πύρνος πόλις Καρίας. Σάμορνος· ἡ Ἔφεσος οὕτως ἐκαλεῖτο. Ἄορνος πόλις Βακτρίων ἀρσενικῶς καὶ θηλυκῶς. ὀξύνεται δὲ τὸ Λιβυρνός Ἀττικός τις καὶ ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. Ἀχαρ…