Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κύτα, πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. ὁ πολίτης Κυταῖος, ἐξ οὗ καὶ Κυταιεύς “πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο”. τὸ θηλυκὸν Κυταιϊάς. καὶ Κυταία, Λυκόφρων “ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών”. [οἱ Λιβυστῖνοι γὰρ ἔθνος παρακείμενον Κόλχοις.] λέγεται καὶ Κυ…
…οῦ Πριάπου κατὰ Λίνον». Σπάδα κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. Πέφνον πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται καὶ θηλυκῶς. Πράσον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. Κύτα πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. Θέρμα χωρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλις Θρᾴκης. προπερισπᾶται δὲ ταῦτα, σῦκον, φῦ…