Κύφος

Stephanos of Byzantium - Ethnika

Κύφος OCR ✓ Trans ✓ Confirmed ✓
city
Κύφος, πόλις Περραιβίας. “Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας”. ἀπὸ Κύφου τοῦ παιδὸς Περραιβοῦ τοῦ π... δύο δ´ εἰσὶ Κύφοι, ἡ μὲν Περραιβίας ἡ δὲ Θετταλίας. καὶ ποταμὸς Κύφος· ὁ πολίτης Κυφαῖος. Λυκόφρων “ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην”.

Kyphos: a city of Perrhaibia. 'And Gounes from Kyphos led twenty-two ships'. From Kyphos, the son of Perrhaibos, son of P<alleneus>. There are two Kyphoi: one in Perrhaibia, the other in Thessaly. There is also the river Kyphos. A citizen is a 'Kyphaios'. Lykophron: 'in which the ill-fated commander of the Kyphaioi'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.225
char LCS 35 (18.4%) · word LCS 9 (22.0%)
Stephanos
Κύφος, πόλις Περραιβίας. “Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας”. ἀπὸ Κύφου τοῦ παιδὸς Περραιβοῦ τοῦ π... δύο δ´ εἰσὶ Κύφοι, ἡ μὲν Περραιβίας ἡ δὲ Θετταλίας. καὶ ποταμὸς Κύφος· ὁ πολίτης Κυφαῖος. Λυκόφρων “ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην”.
Herodian
…ς, γνόφος, γρῖφος, ψῆφος. τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ 'υ' βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ 'κυ' μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραιβοῦ, ἀφ´ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— «Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας» (Il. Β 748)— βραχὺ ἔχον τὸ 'υ' παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ 'λ' ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, …