Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κύψελα, φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ. ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. τὸ ἐθνικὸν Κυψελῖνος ἢ Κυψεληνός.
…α πόλις Καρίας. Τρίκαλον καὶ Τρίκαλα πόλις Σικελῶν. Φίλιστος. Τραύαλα πόλις Λυκίας. Θεάγγελα πόλις Καρίας. Κύβελα πόλις Φρυγίας καὶ ὄρος ἱερόν, ἀφ´ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ. Κύψελα φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ (c. 33). ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλις Ἰωνίας. Σουάγγελα πόλις Καρίας, ἔνθα ὁ τάφος τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βασιλέα. Ἄρβηλα πόλις Περσικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως. Στράβων ἑκκαιδεκάτῃ.…