Stephanos of Byzantium - Ethnika
Kopai: a Boiotian city. Homer: ‘Kopai and Eutresis.’ Named after Kopeus son of Plataieus son of Onchestos son of Poseidon. A citizen is a ‘Kopaites’, as per Epaphroditos. It is from the form ‘Kopaios’, as ‘Athenaites’ is from ‘Athenaios’; and a lake too is called ‘Kopaia’. Also ‘Kopaieus’. And the lake is ‘Kopais’, which used to be called ‘Leukonis’.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κῶπαι, πόλις Βοιωτική. Ὅμηρος “Κώπας Εὔτρησίν τε”. ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. ὁ πολίτης Κωπαΐτης, ὡς Ἐπαφρόδιτος. ἔστι δὲ ἀπὸ τοῦ Κωπαῖος, ὡς Ἀθηναῖος Ἀθηναΐτης, λέγεται δὲ καὶ Κωπαία λίμνη. καὶ Κωπαιεύς. καὶ ἡ λίμνη Κωπαΐς, ἣ ἐλέγετο Λευκωνίς.
…ὴν εἰς φωνῆεν λήγουσαν μὴ τὸ 'ο' ἢ 'ι' βαρύνεται, νάπη· ἔστι καὶ Νάπη πόλις Λέσβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικος ἐν δευτέρῳ Λεσβιακῶν. λύπη, σκέπη, κώπη· εἰσὶ καὶ Κῶπαι πόλις Βοιωτιακή. Ὅμηρος »Κώπας Εὔτρησίν τε« (Β 502) ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. σήπη, λώπη, γύπη, κύπη εἶδος πλοίου· ἔστι καὶ Σικελίας φρούριον Κύπη. Φίλιστος Σικελικῶν ἐνάτῳ. Ῥύπαι πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη. Κάπαι πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ…