Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κωστάντεια, ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς γίνεται δὲ ἀπὸ τῆς Κώσταντος γενικῆς, ὡς Μαρώνεια ἀπὸ τῆς Μάρωνος, καὶ Καύκωνος Καυκώνεια. ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κωσταντειάτης. εὕρηται καὶ διὰ τοῦ « ν ».
…. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος τῇ ἀρχαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι χρῆται. Κωστάντεια ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς· ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. εὕρηται καὶ διὰ τοῦ 'ν'. Βυζάντεια ἡ χώρα. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. Θέων δ´ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα (v. 1263) «Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλ…