Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λάβαρα, πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. τὸ ἐθνικὸν Λαβαρεύς ὡς Παταρεύς.
…ίας, ἥτις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύσαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις πρὸς τοὺς ὅρους τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτος ἑβδόμῃ (c. 30). Λάβαρα πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. Ζόαρα πόλις Περσική. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι θαλάσσῃ. Ὕκαρον φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ´ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνη…